Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.415 Joseph. AJ 8.419 (English) >>Joseph. AJ 9.1

8.417καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν· οἱ μὲν γὰρ κύνες ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι τούτῳ διετέλουν. ἀπέθανε δʼ ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος. 8.418συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι, 8.419λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ διαφυγεῖν ἔστιν, ἀλλʼ ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς, αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει. 8.420φαίνεται οὖν καὶ Ἄχαβος ὑπὸ τούτου τὴν διάνοιαν ἀπατηθείς, ὥστε ἀπιστῆσαι μὲν τοῖς προλέγουσι τὴν ἧτταν, τοῖς δὲ πρὸς χάριν προφητεύσασι πεισθεὶς ἀποθανεῖν. τοῦτον μὲν οὖν παῖς Ὀχοζίας διεδέξατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.415 Joseph. AJ 8.419 (English) >>Joseph. AJ 9.1

Powered by PhiloLogic